Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.292 Joseph. BJ 7.299 (English) >>Joseph. BJ 7.305

7.297πάντα δὲ εὗρεν Ἐλεάζαρος τοῦ φρουρίου μετὰ τῶν σικαρίων ἐγκρατὴς δόλῳ γενόμενος ἀκμαῖα καὶ μηδὲν τῶν νεωστὶ κειμένων ἀποδέοντα· καίτοι σχεδὸν ἀπὸ τῆς παρασκευῆς εἰς τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν ἑκατὸν ἦν χρόνος ἐτῶν· ἀλλὰ καὶ Ῥωμαῖοι τοὺς περιλειφθέντας τῶν καρπῶν εὗρον ἀδιαφθόρους. 7.298αἴτιον δʼ οὐκ ἂν ἁμάρτοι τις ὑπολαμβάνων εἶναι τὸν ἀέρα τῆς διαμονῆς ὕψει τῷ περὶ τὴν ἄκραν πάσης ὄντα γεώδους καὶ θολερᾶς ἀμιγῆ κράσεως. 7.299εὑρέθη δὲ καὶ παντοίων πλῆθος ὅπλων ὑπὸ τοῦ βασιλέως ἀποτεθησαυρισμένων, ὡς ἀνδράσιν ἀρκεῖν μυρίοις, ἀργός τε σίδηρος καὶ χαλκὸς ἔτι δὲ καὶ μόλιβος, ἅτε δὴ τῆς παρασκευῆς ἐπὶ μεγάλαις

-- --

αἰτίαις γενομένης· 7.300λέγεται γὰρ αὑτῷ τὸν Ἡρώδην τοῦτο τὸ φρούριον εἰς ὑποφυγὴν ἑτοιμάζειν διπλοῦν ὑφορώμενον κίνδυνον, τὸν μὲν παρὰ τοῦ πλήθους τῶν Ἰουδαίων, μὴ καταλύσαντες ἐκεῖνον τοὺς πρὸ αὐτοῦ βασιλέας ἐπὶ τὴν ἀρχὴν καταγάγωσι, τὸν μείζω δὲ καὶ χαλεπώτερον ἐκ τῆς βασιλευούσης Αἰγύπτου Κλεοπάτρας. 7.301αὕτη γὰρ τὴν αὑτῆς γνώμην οὐκ ἐπεῖχεν, ἀλλὰ πολλάκις Ἀντωνίῳ λόγους προσέφερε τὸν μὲν Ἡρώδην ἀνελεῖν ἀξιοῦσα, χαρίσασθαι δʼ αὐτῇ τὴν βασιλείαν τῶν Ἰουδαίων δεομένη. 7.302καὶ μᾶλλον ἄν τις ἐθαύμασεν, ὅτι μηδέπω τοῖς προστάγμασιν Ἀντώνιος ὑπακηκόει κακῶς ὑπὸ τοῦ πρὸς αὐτὴν ἔρωτος δεδουλωμένος, οὐχ ὅτι περὶ τοῦ μὴ χαρίσασθαι προσεδόκησεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.292 Joseph. BJ 7.299 (English) >>Joseph. BJ 7.305

Powered by PhiloLogic